Archive for 11 Ιουνίου 2017

Κυριακὴ τῶν Ἁγὶων Πὰντων

Ιουνίου 11, 2017

Αποτέλεσμα εικόνας για οι αγιοι παντες

(Ματθ. 10,32-33, 37-38, 19,27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοὺ μαθηταίς·

32. Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς·

33. ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

37. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·

38. καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. 27. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;

28. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

29. καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.

30. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

 

Οἱ Ἃγιοι Πὰντες

Ιουνίου 11, 2017

Αποτέλεσμα εικόνας για οι αγιοι παντες

Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους,
Εἴτις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω.
Σήμερα, εορτάζουμε, όσους αγίασε το Άγιο Πνεύμα, τους Προπάτορες και Πατριάρχες, τους Προφήτες και ιερούς Αποστόλους,
τους Μάρτυρες και τους Ιεράρχες, τους Ιερομάρτυρες και Οσιομάρτυρες,
τους Όσιους και Δίκαιους

και όλες γενικά τις άγιες Γυναίκες και τους υπόλοιπους ανώνυμους Αγίους.

Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
(Ποίημα τοῦ ὁσίου Νικοδήμου τοῦ ῾Αγιορείτου)
Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους,
χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες,
ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς,
μιμούμενοι αὐτῶν τὰς ἀρετάς,
καὶ ἀγῶνας τοὺς γενναίους,
ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες·
δόξα τῷ στεφανώσαντι ὑμᾶς·
δόξα τῷ ἁγιάσαντι·
δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.