Archive for 8 Μαΐου 2013

Τοῦ ἐν Ἁγιοις πατρὸς ἠμων Ἰωάννου Ἀρχιεπίσκοπου Κωνσταντινουπόλεως Κατηχητικὸς Λόγος εἰς τὸ Πάσχα

8 Μαΐου, 2013

Εἰ τὶς εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως.

Εἰ τὶς εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ.

Εἰ τὶς ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον.

Εἰ τὶς ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα.

Εἰ τὶς μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἐορτασάτω.

Εἰ τὶς μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω? καὶ γὰρ οὐδὲν ζημειοῦται.

Εἰ τὶς ὑστέρησεν εἰς τὴν ἐνάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων.

Εἰ τὶς εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῆ τὴν βραδύτητα
φιλότιμος γὰρ ὧν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον καθάπερ καὶ τὸν πρῶτον
ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης
καὶ τὸν ὕστερον ἐλεεῖ καὶ τὸν πρῶτον θεραπεύει
κακείνω δίδωσι καὶ τούτω χαρίζεται
καὶ τὰ ἔργα δέχεται καὶ τὴν γνώμην ἀσπάζεται
καὶ τὴν πράξιν τιμᾶ καὶ τὴν πρόθεσιν ἐπαινεῖ.
Οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ὑμῶν
καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολαύετε.
Πλούσιοι καὶ πένητες μετ’ ἀλλήλων χορεύσατε
ἐγκρατεῖς καὶ ράθυμοι τὴν ἡμέραν τιμήσατε
νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον.
Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες.
Ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθη πεινῶν.
Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως
πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.
Μηδεὶς θρηνείτω πενίαν
ἐφάνη γὰρ ἡ κοινὴ Βασιλεία.
Μηδεὶς ὀδυρέσθω πταίσματα
συγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε.
Μηδεὶς φοβείσθω θάνατον
ἠλευθέρωσε γὰρ ἠμᾶς ὁ τοῦ Σωτῆρος θάνατος.
Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦ κατεχόμενος.
Ἐσκύλευσε τὸν ἄδην ὁ κατελθῶν εἰς τὸν ἄδην.
Ἐπικρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ.
Καὶ τοῦτο προλαβῶν Ἠσαΐας ἐβόησεν
ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοὶ κάτω.

Ἐπικράνθη καὶ γὰρ κατηργήθη.

Ἐπικράνθη καὶ γὰρ ἐνεπαίχθη.

Ἐπικράνθη καὶ γὰρ ἐνεκρώθη.

Ἐπικράνθη καὶ γὰρ καθηρέθη.

Ἐπικράνθη καὶ γὰρ ἐδεσμεύθη.

Ἔλαβε σῶμα καὶ Θεῶ περιέτυχεν.

Ἔλαβε γῆν καὶ συνήντησεν οὐρανῶ.

Ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.

Ποῦ σου, θάνατε, τὸ κέντρον;

Ποῦ σου, ἅδη, τὸ νίκος;

Ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι.

Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες.

Ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι.

Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται.

Ἀνέστη Χριστὸς καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος.

Χριστὸς γὰρ ἐγερθεῖς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.

Αὐτῶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ἀμήν.

Ο γερο-Άθως

8 Μαΐου, 2013

DSC_0762

Ο Ἅγιος Ἰωάννης ὁ Θεολόγος , Ἀπόστολος καὶ Εὐαγγελιστὴς

8 Μαΐου, 2013

Οὐ βρῶσιν, ἀλλὰ ρῶσιν ἀνθρώποις νέμει

Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.

Ὀγδοάτη τελέουσι ροδισμὸν βροντογόνοιο.

 

 

Ὁ Εὐαγγελιστὴς Ἰωάννης, ὁ ἀγαπημένος μαθητὴς τοῦ Κυρίου, «ὁ ἐπιπεσῶν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ», εἶναι ἐκεῖνος ποὺ ἔγραψε τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, ἀλλὰ καὶ τὶς τρεῖς Καθολικὲς Ἐπιστολές, ποὺ φέρουν τὸ ὄνομά του.

 

Ἡ μνήμη τοῦ Ἀποστόλου Ἰωάννου ἑορτάζεται στὶς 26 Σεπτεμβρίου. Ἡ σημερινὴ ἑορτὴ συνδέεται μὲ τὴν ἀνάδυση θαυματουργικῆς κόνεως (σκόνης) ἀπὸ τὸν τάφο τοῦ Εὐαγγελιστοῦ, μέσω τῆς θαυματουργικῆς ἐπενέργειας τοῦ Ἁγίου Πνεύματος, ποὺ οἱ ντόπιοι τὴν ἀποκαλοῦσαν «ἐπίγειο μάνα».

 

Ὁ Εὐαγγελιστὴς Ἰωάννης, ἀφοῦ, ὕστερα ἀπὸ θεῖο φωτισμό, προέβλεψε ὅτι ἐπρόκειτο νὰ μεταστεῖ ἀπὸ τὴν παροῦσα ζωὴ στὴν αἰώνια καὶ ἀτελεύτητη, παρέλαβε τοὺς μαθητές του καὶ βγῆκε ἔξω ἀπὸ τὴν Ἔφεσο.

 Ἐκεῖ σὲ ἕνα σημεῖο ὑπέδειξε νὰ ἀνοιγεῖ τάφος. Μόλις ἔγινε αὐτό, μπῆκε μέσα ζωντανὸς καὶ κοιμήθηκε μὲ εἰρήνη. Ὁ τάφος αὐτὸς ἐφεξῆς ἔγινε πηγὴ ἰαμάτων.

 

Ἡ Σύναξη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοὺ Ἰωάννου, ἐτελεῖτο στὸν περιφανῆ ναό του, ὁ ὁποῖος βρισκόταν στὸν τόπο ποὺ ὀνομάζεται Ἕβδομον, στὸ σημερινὸ Μακροχώρι Κωνσταντινουπόλεως.

 Γιὰ τὸ ναὸ αὐτὸ στὸν Ἕβδομον, ποὺ ὑπῆρχε κατὰ τὰ τέλη τοῦ 4ου αἰώνα μ.Χ., γνωρίζουμε σχετικὰ ἀπὸ τὸν Σωκράτη τὸν Σχολαστικό. Κατὰ τὸν 9ο αἰώνα μ.Χ. ὁ ναὸς τοῦ Θεολόγου ἦταν καταβεβλημένος, ἴσως ἐξαιτίας σεισμῶν ἢ καιρικῶν ἐπηρειῶν καὶ γι’ αὐτὸ ἀνήγειρε αὐτὸν ἐκ βάθρων ὁ αὐτοκράτορας Βασίλειος ὁ Μακεδών.

 

Τέλος, ἀξίζει νὰ ἀναφέρουμε, τὴν φράση ποὺ συνεχῶς ἔλεγε στοὺς μαθητὲς τοῦ ὁ Ἀπόστολος Ἰωάννης:

 «Τεκνια, ἀγαπᾶτε ἀλληλους» (Ἰωάν. ἲγ΄ 34),

 ποὺ σημαίνει, παιδιά μου, νὰ ἀγαπᾶτε ὁ ἕνας τὸν ἄλλο.

 Καὶ ὅταν οἱ μαθητὲς τοῦ ρώτησαν γιατί συνεχῶς τοὺς λέει τὴν ἴδια φράση, αὐτὸς ἀπάντησε

 «διότι εἶναι ἐντολὴ τοῦ Κυρίου, καὶ ὅταν αὐτὸ μόνο γίνεται, ἀρκεῖ».