Archive for 10 Φεβρουαρίου 2013

Κυριακή ΙΣΤ΄Ματθαίου

Φεβρουαρίου 10, 2013

(Ματθ. 25,14-30)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπος τίς ἀποδημῶν

14. ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,

15. καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.

16. πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα.

17. ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο.

18. ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.

19. μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’ αὐτῶν λόγον.

20. καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς.

21. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

22. προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι πέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς.

23. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

24. προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·

25. καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.

26. ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα 27. ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.

28. ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.

29. τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

30. καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω

Άγιος Χαράλαμπος ο Ιερομάρτυρας και θαυματουργός

Φεβρουαρίου 10, 2013

Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους,

Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.

Τὴ δεκάτη Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν.

Ὁ Ἅγιος Χαράλαμπος ἦταν ἱερεὺς στὴ Μαγνησία τῆς Μικρᾶς Ἀσίας καὶ ἔζησε ἐπὶ αὐτοκρατορίας τοῦ Σεπτιμίου Σεβήρου (193 – 211 μ.Χ.). Ὅταν τὸ ἔτος 198 μ.Χ. ὁ Σέβηρος ἐξαπέλυσε ἀπηνῆ διωγμὸ κατὰ τῶν Χριστιανῶν, ὁ ἔπαρχος τῆς Μαγνησίας Λουκιανός, συνέλαβε τὸν Ἅγιο καὶ τοῦ ζήτησε νὰ ἀρνηθεῖ τὴν πίστη του.

Ὅμως ὁ Ἅγιος ὄχι μόνο δὲν τὸ ἔκανε αὐτό, ἀλλὰ ἀντίθετα ὁμολόγησε στὸν ἔπαρχο τὴν προσήλωσή του στὸν Χριστὸ καὶ δήλωσε μὲ παρρησία ὅτι σὲ ὁποιοδήποτε βασανιστήριο καὶ νὰ ὑποβληθεῖ δὲν πρόκειται νὰ ἀρνηθεῖ τὴν πίστη τῆς Ἐκκλησίας. Τότε ἡ σκοτισμένη καὶ σαρκικὴ ψυχὴ τοῦ Λουκιανοῦ ἐπέτεινε τὴν ὀργή της καὶ διέταξε νὰ ἀρχίσουν τὰ φρικώδη βασανιστήρια στὸ γέροντα ἱερέα.

Πρῶτα τὸν γύμνωσαν καὶ ὁ ἴδιος ὁ Λουκιανός, παίρνοντας τὸ ξίφος τοῦ προσπάθησε νὰ πληγώσει τὸ σῶμα τοῦ Ἁγίου. Ὅμως ἀποκόπηκαν τὰ χέρια του καὶ ἔμειναν κρεμασμένα στὸ σῶμα τοῦ Ἱερομάρτυρα καὶ μόνο ὕστερα ἀπὸ προσευχὴ τοῦ Ἁγίου συγκολλήθηκαν αὐτὰ πάλι στὸ σῶμα καὶ ὁ ἡγεμόνας κατέστη ὑγιής.

Βλέποντας αὐτὸ τὸ θαῦμα τοῦ Ἁγίου πολλοὶ ἀπὸ τοὺς δημίους πίστεψαν στὸν ἀληθινὸ Θεό.

 

Μὲ τὸ ζόφο στὸ νοῦ καὶ μὲ τὴ θηριωδία στὴν καρδιά, ὁ ἔπαρχος ἔδωσε ἐντολὴ νὰ διαπομπεύσουν τὸν Ἅγιο καὶ νὰ τὸν σύρουν διὰ μέσου της πόλεως μὲ χαλινάρι. Τέλος, διέταξε τὸν ἀποκεφαλισμὸ τοῦ Ἁγίου, ὁ ὁποῖος μὲ τὸ μαρτύριό του ἔλαβε τὸ ἁμαράντινο στέφανο τῆς δόξας σὲ ἡλικία 113 ἐτῶν.

 

Τμήματα τῆς τιμίας κάρας αὐτοῦ φυλάσσονται στὴ ἱερὰ μονὴ Ἁγίου Στεφάνου Μετεώρων καὶ στὸν ὁμώνυμο προσκυνηματικὸ ναὸ τῆς κωμοπόλεως Θεσπιῶν τῆς Βοιωτίας.

Ἀπολυτίκιον

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ,

 καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ,

 ἐδείχθης Χαράλαμπες·

 ἔλαμψας ἐν τῷ κόσμω, διὰ τοῦ μαρτυρίου,

 ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ,

 διὸ ἐν παρρησία Χριστῷ, πρέσβευε σωθῆναι ἠμᾶς.

 

Κοντάκιον

Ἦχος δ’ . Ἐπεφάνης σήμερον.

Θησαυρὸν πολύτιμον ἡ Ἐκκλησία,

τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά,

 τροπαιοφόρε Χαράλαμπε,

 διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα.

Χρόνια πολλά στον Μπάμπη…(Nick Cave & The Bad Seeds – Into My Arms )

Φεβρουαρίου 10, 2013

John Laughin (1905-1985 Aμερικανος φωτογράφος)

Φεβρουαρίου 10, 2013

John Laughlin 07

Δάφνη

Φεβρουαρίου 10, 2013

OLYMPUS DIGITAL CAMERA