Τὴ Λ’ τοῦ αὐτοῦ μηνὸς (Ἰουνίου), ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ’, καὶ δήλωσις ὅπως καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη.
Στίχοι
Τιμῶ θεοπτας δώδεκα Χριστοῦ φίλους,
Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν.
Δώδεκα εὐκλεέας τριακοστὴ ἀγείρει μύστας.
Πέτρος.
Πέτρος ὁ Ἀπόστολος, καὶ πρῶτος τῶν Μαθητῶν, πρότερον τὸ εὐαγγέλιον κηρύ¬ξας ἐν Ἀντιοχεία, ἔπειτα ἐν Πόντω καὶ Γαλατία καὶ Καππαδοκία, Ἀσία τὲ καὶ Βιθυνία, κατῆλθε μέχρι Ρώμης αὐτῆς. Καὶ διὰ τὸ παρευδοκιμῆσαι αὐτὸν ἐν τοῖς θαύμασι τὸν Σίμωνα μάγον, ὑπὸ Νέρωνος σταυρωθεῖς κατὰ κεφαλῆς, τελειοῦται.
Ἀνδρέας.
Ἀνδρέας ὁ Ἀπόστολος, ὁ πρωτόκλητος καὶ ἀδελφὸς Πέτρου, εἰς πάσαν τὴν παράλιον Βιθυνίας τὲ καὶ Πόντου καὶ Ἀρμενίας τὸν Χριστὸν κηρύξας, καὶ ὑποστρέψας διὰ τοῦ Πόντου καὶ Βυζαντίδος, κατῆλθε μέχρι τῆς Ἑλλάδος» καὶ ἐν Πάτραις τῆς Ἀχαίας ὑπὸ Αἰγεάτου σταυρωθεῖς, τελειοῦται.
Ἰάκωβος.
Ἰάκωβος ὁ Ἀπόστολος, ὁ τοῦ Ζεβεδαίου, ἐν πάση τὴ Ἰουδαία τὸν Χριστὸν κηρύξας, ὑπὸ Ἡρώδου τοῦ Ἀγρίππα, διὰ τὸ εὐπαρρησίαστον αὐτοῦ, μαχαίρα ἀναιρεῖται.
Ἰωάννης.
Ἰωάννης ὁ Εὐαγγελιστής, καὶ ἀδελφὸς Ἰακώβου, ὁ ἐπὶ τὸ στῆθος τοῦ Χριστοῦ ἀναπεσῶν, ἐν Ἀσία καὶ ἐν Πάτμω ὑπὸ Δομετιανοὺ ἐξορισθεῖς, καὶ πολλὰ πλήθη προσαγαγῶν τῷ Χριστῷ, ὑποστρέψας ἐν Ἐφέσω, ἐν εἰρήνη ἀνεπαύσατο, πλήρης ἡμερῶν ὑπάρχων.
Φίλιππος.
Φίλιππος ὁ ἀπὸ Βησθαϊδὰ τῆς Γαλιλαίας, συμπολίτης Ἀνδρέου καὶ Πέτρου, καὶ αὐτὸς ἐν τὴ Ἀσία καὶ Ἱεραπόλει, σὺν Μαριάμνη τὴ ἀδελφὴ αὐτοῦ καὶ Βαρθολο¬μαίω, τὸν Χριστὸν κηρύξας, ὑπὸ τῶν Ἑλλήνων σταυρωθεῖς, τελειοῦται.
Βαρθολομαῖος.
βαρθολομαῖος ὁ Ἀπόστολος, Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσι κηρύξας τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, σταυρῶ προσηλωθεῖς ἐν Ἀλβανοπόλει, ἐν αὐτὴ τελειοῦται’ τὸ δὲ ἅγιον αὐτοῦ Λείψανον, ἐν λάρνακι ἐμβληθέν, τὴ θαλάσση ἐναπορρίπτεται.
Θωμάς.
Θωμάς, ὁ καὶ Δίδυμος, Παρθοις καὶ Μήδοις, Περσαις καὶ Ἰνδοῖς, τοῖς καλουμέ¬νοις Εὐδαίμοσι, κηρύξας τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, καὶ ὓπ’ αὐτῶν λόγχαις διατρωθεῖς τελειοῦται.
Ματθαῖος.
Ματθαῖος ὁ καὶ Λευί, καὶ ἀδελφός του Ἰακώβου τοῦ Ἀλφαίου, ὁ Τελώνης καὶ Εὐαγγελιστής, ὁ καὶ ποιήσας δοχὴν μεγάλην τῷ Ἰησοῦ, ἐκοιμήθη ἐν Ἱεραπόλει τῆς Συρίας, διὰ πυρὸς τελειωθεῖς.
Ἰάκωβος Ἀλφαίου.
Ἰάκωβος Ἀλφαίου, ὁ καὶ ἀδελφὸς Ματθαίου, (ἀμφότεροι γὰρ τὸν Ἀλφαῖον ἔσχον πατέρα), ὑπὸ τῶν ἀπίστων σταυρῶ ἀναρτηθεῖς, τελειοῦται.
θαδαῖος.
Ἰούδας Ἰακώβου, ὁ παρὰ μὲν τῷ Λουκᾶ, ἐν τὲ τῷ Εὐαγγελίω καὶ ταῖς Πράξεσιν, Ἰούδας ὀνομαζόμενος, παρὰ δὲ Ματθαίω καὶ Μάρκω, θαδδαῖος καὶ Λεββαῖος καλούμενος, ἀδελφὸς κατὰ σάρκα χρηματίζων τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ, ἐν Μεσοποταμία κηρύξας τὸ εὐαγγέλιον, ὕστερον ἐκοιμήθη ἐν Ἀρατὰτ τὴ πόλει, ὑπὸ ἀπίστων ἀναρτηθεῖς καὶ τοξευθεῖς.
Σίμων.
Σίμων ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, ὁ καὶ Ναθαναὴλ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίω ὀνομαζόμενος, πάσαν τὴν Μαυριτανίαν, καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθῶν, καὶ κηρύξας τὸν Χριστόν, σταυρωθεῖς ὓπ’ αὐτῶν τελειοῦται.
Ματθίας.
Ματθίας, ὁ ἀντὶ τοῦ προδότου συγκαταριθμηθεῖς τοῖς Ἀποστόλοις, ἐν τὴ Αἰθιο¬πία κηρύξας τὸν Χριστόν, καὶ πολλαῖς τιμωρίαις ὓπ’ αὐτῶν αἰκισθεῖς, τὸ πνεῦμα τῷ θεῶ παρατίθεται.
Ταῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἠμᾶς.
Ἀμήν.