Archive for 23 Ιανουαρίου 2011

Κυριακὴ ΙΔ΄ Λουκᾶ (του τυφλου)

23 Ιανουαρίου, 2011

(Λούκ. 18,35-43)

Τῷ καιρῶ ἐκείνω,

35. ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχῶ τυφλὸς τὶς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·

36. ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα.

37. ἀπήγγειλαν δὲ αὐτῶ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.

38. καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυΐδ, ἐλέησον μέ.

39. καὶ οἱ προάγοντες ἐπετίμων αὐτῶ ἴνα σιωπήση· αὐτὸς δὲ πολλῶ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησον μέ.

40. σταθεῖς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων·

41. τί σοὶ θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἴνα ἀναβλέψω.

42. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῶ· ἀναβλεψον· ἡ πίστις σου σέσωκε σέ.

43. καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῶ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῶ.

Xωρίς τίτλο…

23 Ιανουαρίου, 2011