Archive for 26 Σεπτεμβρίου 2010

Kυριακή 26 Σεπτεμβρίου (Αγίου Ιωάννου του Θεολόγου)

26 Σεπτεμβρίου, 2010

(Κατὰ Ἰωάννην IΘ΄ 25-27, κὰ΄ 24-25)

Οἱ μὲν οὒν στρατιῶται ταῦτα ἐποίησαν.

εἰστήκεισαν δὲ παρὰ τῷ σταυρῶ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφή της μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.

Ἰησοῦς οὒν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστώτα ὂν ἠγάπα, λέγει τὴ μητρὶ αὐτοῦ·

γύναι, ἴδε ὁ υἱός σου. εἴτα λέγει τῷ μαθητή· ἰδοὺ ἡ μήτηρ σου.

καὶ ἂπ΄ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

Οὗτος ἐστὶν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστὶν ἡ μαρτυρία αὐτοῦ.

ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἄτινα ἐὰν γράφηται κὰθ΄ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.