Archive for 25 Ιουλίου 2010

Θ’ Κυριακή Ματθαίου

Ιουλίου 25, 2010

Τό Εὐαγγέλιο Τῆς Κυριακῆς

(Κατά Ματθαῖον ιδ΄ 22-34)

Καί εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τούς μαθητᾶς αὐτοῦ ἐμβῆναι εἰς τό πλοῖον καί προάγειν αὐτόν εἰς τό πέραν, ἕως οὐ ἀπολύση τούς ὄχλους.

καί ἀπολύσας τούς ὄχλους ἀνέβη εἰς τό ὅρος κάτ΄ ἰδίαν προσεύξασθαι.

ὀψίας δέ γενομένης μόνος ἤν ἐκεῖ.

τό δέ πλοῖον ἤδη μέσον της θαλάσσης ἤν, βασανιζόμενον ὑπό τῶν κυμάτων· ἤν γάρ ἐναντίος ὁ ἄνεμος.

τετάρτη δέ φυλακή τῆς νυκτός ἀπῆλθε πρός αὐτούς ὁ Ἰησοῦς περιπατῶν ἐπί τῆς θαλάσσης.

καί ἰδόντες αὐτόν οἱ μαθηταί ἐπί τήν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καί ἀπό τοῦ φόβου ἔκραξαν.

εὐθέως δέ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμί· μή φοβεῖσθε.

ἀποκριθεῖς δέ αὐτῶ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σύ εἰ, κέλευσον μέ πρός σέ ἐλθεῖν ἐπί τά ὕδατα.

ὁ δέ εἶπεν, ἐλθέ. καί καταβάς ἀπό τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπί τά ὕδατα ἐλθεῖν πρός τόν Ἰησοῦν.

βλέπων δέ τόν ἄνεμον ἰσχυρόν ἐφοβήθη, καί ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων·Κύριε, σῶσον με.

εὐθέως δέ ὁ Ἰησοῦς ἐκτείνας τήν χείρα ἐπελάβετο αὐτοῦ καί λέγει αὐτῶ·

ὀλιγόπιστε! εἰς τί ἐδίστασας; καί ἐμβάντων αὐτῶν εἰς τό πλοῖον ἐκόπασεν ὁ ἄνεμος οἱ δέ ἐν τῷ πλοίω ἐλθόντες προσεκύνησαν αὐτῶ λέγοντες· ἀληθῶς Θεοῦ υἱός εἰ.

Καί διαπεράσαντες ἦλθον εἰς τήν γῆν Γεννησαρέτ.

Άγιον Όρος -9-

Ιουλίου 25, 2010