Archive for 23 Μαΐου 2010

Υμνοι του Όρθρου της Πεντηκοστής

Μαΐου 23, 2010

Κυριακή της Πεντηκοστής

Μαΐου 23, 2010

«Τὴ αὐτὴ ἡμέρα, Κυριακὴ ὀγδόη ἀπὸ τοῦ Πάσχα,
τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.
Πνοὴ βιαία γλωσσοπυρσεύτως νέμει,
Χριστὸς τὸ θεῖον Πνεῦμα τοὶς Ἀποστόλοις.
Ἐκκέχυται μεγάλω ἑνὶ ἤματι Πνεύμ’ ἁλιεύσι.
Ταὶς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις,
Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν»

Απολυτίκιον.

«Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,
ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας,
καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον,
καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας,
φιλάνθρωπε, δόξα σοί».

Από τους αινους του όρθρου:

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί,

καὶ ἔστι καὶ ἔσται, οὐτε ἀρξάμενον,

οὔτε παυσόμενον,

ἀλλ’ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον,

καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν,

φῶς, καὶ φωτὸς χορηγόν,  αὐτάγαθον,

καὶ πηγὴ ἀγαθότητος, δι’ οὗ Πατὴρ γνωρίζεται,

καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται,

μία δύναμις, μία σύνταξις,

μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

(Από το βιβλίο του Πεντηκοσταρίου)