Απο την εορτη της Αναλήψεως

Ἀπολυτίκιον

Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν,

χαροποιήσας τοὺς Μαθητάς,


τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος·

βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας,

ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Κοντάκιον

Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν,

καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις,

ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν,

οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος,

καὶ βοῶν τοῖς ἀγαπῶσί σε·

Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.

Ὁ Οἶκος

Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς καταλιπόντες,

τὰ τῆς τέφρας τῷ χοῒ παραχωροῦντες,

δεῦτε ἀνανήψωμεν, καὶ εἰς ὕψος ἐπάρωμεν,

ὄμματα καὶ νοήματα,

πετάσωμεν τὰς ὄψεις ὁμοῦ καὶ τὰς αἰσθήσεις,

ἐπὶ τὰς οὐρανίους πύλας οἱ θνητοί,

νομίσωμεν εἶναι τοῦ Ἐλαιῶνος εἰς ὄρος,

καὶ ἀτενίζειν τῷ λυτρουμένῳ ἐπὶ νεφέλης ἐποχουμένῳ·

ἐκεῖθεν γὰρ ὁ Κύριος εἰς οὐρανοὺς ἀνέδραμεν,

ἐκεῖ καὶ ὁ φιλόδωρος τὰς δωρεὰς διένειμε τοῖς Ἀποστόλοις αὐτοῦ,

καλέσας ὡς Πατήρ, καὶ στηρίξας αὐτούς, ὁδηγήσας ὡς Υἱούς,

καὶ λέξας πρὸς αὐτούς, οὐ χωρίζομαι ὑμῶν.

Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.

Ύμνοι(απο τον εσπερινό της εορτης)

Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς,

ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ,

οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ,

νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ,

Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν,

ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον.

Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ·

Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν.

Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας·

ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.

(Απο το βιβλίο του Πεντηκοσταρίου Εκδ.ΦΩΣ)

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s


Αρέσει σε %d bloggers: