Archive for 30 Μαρτίου 2010

Arvo Part –

30 Μαρτίου, 2010

Mεγάλη Τετάρτη

30 Μαρτίου, 2010

Δύο γυναῖκες ,λέγουσιν οἱ κριτικώτεροι τῶν Εὐαγγελίων ἐρμηνευταί, ἤλειψαν τόν Κύριον μύρω’ ἡ μέν πολύν καιρόν πρό τοῦ πάθους αὐτοῦ, ἡ δέ πρό ὀλίγων ἠμερῶν’ καί ἡ μέν ὑπῆρχε πόρνη καί ἁμαρτωλός ,ἡ δέ σώφρων καί ἐνάρετος.

Τοῦ εὐλαβοῦς τούτου ἔργου τήν μνήμην ἐπιτελοῦσα σήμερον ἡ Ἐκκλησία καί εἰς τό πρόσωπον τῆς πόρνης αὐτό ἀναφέρουσα,συναναφέρει ἐν ταυτῶ καί τήν προδοσίαν τοῦ Ἰούδα, ἄπερ ἀμφότερα ἐπράχθησαν δύο ἡμέρας πρό τοῦ Νομικοῦ Πάσχα,Μαρτίου 21,ἡμέρα δ’ τῆς ἑβδομάδος.

————————————————————-

Στιχηρόν τῶν Αἴνων τοῦ Ὄρθρου εἰς ἦχον Α΄.

Ὄτε ἡ ἁμαρτωλός προσέφερε τό μύρον,

τότε ὁ μαθητής συννεφώνει τοῖς παρανόμοις ‘

ἡ μέν ἔχαιρε κενοῦσα τό πολύτιμον,ὁ δέ ἔσπευδε

πολῆσαι τόν ἀτίμητον’ αὔτη τόν Δεσπότην ἐπεγίγνωσκεν,

οὗτος τοῦ Δεσπότου ἐχωρίζετο’ αὔτη ἠλευθερούτω

καί ὁ Ἰούδας δοῦλος ἐγενόνει τοῦ ἐχθροῦ.

Δεινόν ἡ ραθυμία ! μεγάλη ἡ μετάνοια !

ἤν μοί δώρησαι Σωτήρ ,

ο παθῶν ὑπέρ ἠμων καί σῶσον ἠμᾶς.

(ΤΡΙΩΔΙΟΝ Ἐκδόσεις Ἀποστολικῆς Διακονίας

Ἄνοιξη -28-

30 Μαρτίου, 2010