Archive for Μαρτίου 2010

Arvo Part –

Μαρτίου 30, 2010

Mεγάλη Τετάρτη

Μαρτίου 30, 2010

Δύο γυναῖκες ,λέγουσιν οἱ κριτικώτεροι τῶν Εὐαγγελίων ἐρμηνευταί, ἤλειψαν τόν Κύριον μύρω’ ἡ μέν πολύν καιρόν πρό τοῦ πάθους αὐτοῦ, ἡ δέ πρό ὀλίγων ἠμερῶν’ καί ἡ μέν ὑπῆρχε πόρνη καί ἁμαρτωλός ,ἡ δέ σώφρων καί ἐνάρετος.

Τοῦ εὐλαβοῦς τούτου ἔργου τήν μνήμην ἐπιτελοῦσα σήμερον ἡ Ἐκκλησία καί εἰς τό πρόσωπον τῆς πόρνης αὐτό ἀναφέρουσα,συναναφέρει ἐν ταυτῶ καί τήν προδοσίαν τοῦ Ἰούδα, ἄπερ ἀμφότερα ἐπράχθησαν δύο ἡμέρας πρό τοῦ Νομικοῦ Πάσχα,Μαρτίου 21,ἡμέρα δ’ τῆς ἑβδομάδος.

————————————————————-

Στιχηρόν τῶν Αἴνων τοῦ Ὄρθρου εἰς ἦχον Α΄.

Ὄτε ἡ ἁμαρτωλός προσέφερε τό μύρον,

τότε ὁ μαθητής συννεφώνει τοῖς παρανόμοις ‘

ἡ μέν ἔχαιρε κενοῦσα τό πολύτιμον,ὁ δέ ἔσπευδε

πολῆσαι τόν ἀτίμητον’ αὔτη τόν Δεσπότην ἐπεγίγνωσκεν,

οὗτος τοῦ Δεσπότου ἐχωρίζετο’ αὔτη ἠλευθερούτω

καί ὁ Ἰούδας δοῦλος ἐγενόνει τοῦ ἐχθροῦ.

Δεινόν ἡ ραθυμία ! μεγάλη ἡ μετάνοια !

ἤν μοί δώρησαι Σωτήρ ,

ο παθῶν ὑπέρ ἠμων καί σῶσον ἠμᾶς.

(ΤΡΙΩΔΙΟΝ Ἐκδόσεις Ἀποστολικῆς Διακονίας

Ἄνοιξη -28-

Μαρτίου 30, 2010

Ἄνοιξη -27-

Μαρτίου 29, 2010

Μεγάλη Τρίτη

Μαρτίου 29, 2010

Τῆς τῶν δέκα παρθένων παραβολῆς τήν ἀνάμνησιν ποιούμεθα σήμερον, ἤν ἐλάλησεν ὁ Ἰησοῦς μετά τῶν ἄλλων τοιούτων παραβολῶν, ἐρχόμενος ἐπί τό ἑκούσιον πάθος.

Ἦχος δ.΄Ο ὐψωθεῖς ἐν τῷ Σταυρῶ

Τόν νυμφίον, ἀδελφοί, ἀγαπήσωμεν,

τάς λαμπάδας ἑαυτῶν εὐτρεπίσωμεν,

ἐν ἀρεταις ἐκλάμποντες καί πίστει ὀρθή’

ἴνα ὡς αἵ φρόνιμοι, τοῦ Κυρίου παρθένοι,

ἕτοιμοι εἰσέλθωμεν,σύν αὐτῶ εἰς τούς γάμους.

Ὁ γάρ Νυμφίος δῶρον,ὡς Θεός ,πάσι παρέχει

τόν ἄφθαρτον στέφανον

(ΤΡΙΩΔΙΟΝ Ἐκδόσεις Ἀποστολικῆς Διακονίας)

Ἄνοιξη -26-

Μαρτίου 29, 2010

Ἄνοιξη -25-

Μαρτίου 29, 2010

Μεγάλη Δευτέρα

Μαρτίου 29, 2010

Ἀπό τῆς σήμερον ἄρχονται τά ἅγια πάθη τοῦ Σωτῆρος ἠμων’ καί πρῶτον πάντων λαμβάνεται εἰς τύπον αὐτοῦ Ἰωσήφ ὁ Πάγκαλος, υἱός Ἰακώβ ἑνδέκατος’ εἰς δέ τήν μνήμην αὐτοῦ ἐπισυνάπτεται καί ἡ ἱστορία τῆς ὑπό τοῦ Κυρίου καταρασθείσης καί ξηρανθήσης συκῆς διά τή ἑαυτῆς ἀκαρπίαν.

Τροπάριον .Ἦχος πλ.δ’

Ἰδού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσω τῆς νυκτός

καί μακάριος ὁ δοῦλος, ὄν εὐρήσει γρηγορούντα’

ἀνάξιος δέ πάλιν ὄν εὐρήσει ραθυμούντα.

Βλέπε οὔν ψυχή μου ,μή τῷ ὕπνω κατενεχθης,

ἴνα μή τῷ θανάτω παραδωθεις και τῆς βασιλείας

ἔξω κλεισθεῖς’ ἀλλά ἀνανηψον κράζουσα’

Ἅγιος ,ἅγιος ἅγιος εἰ Θεός ‘

διά τῆς Θεοτόκου ἐλέησον ἠμας.

(ΤΡΙΩΔΙΟΝ Ἐκδόσεις Ἀποστολικῆς Διακονίας)

Ἄνοιξη -24-

Μαρτίου 29, 2010

Κυριακή των Βαϊων

Μαρτίου 28, 2010

Κοντάκιον τῆς ἑορτῆς αὐτόμελoν Ἦχος πλ.Β΄Ρωμανου τοῦ μελωδοῦ

Τῷ θρόνω ἐν οὐρανω,τῷ πόλω ἐπί τῆς γης

ἐποχούμενος,Χριστέ ὁ Θεός,

τῶν ἀγγέλων τήν αἴνεσιν καί τῶν παίδων τήν ὕμνησιν

προσεδέξω βοώντων σοί’

Εὐλογημένος εἰ , ὁ Ἐρχόμενος

τόν Ἀδάμ ἀνακαλέσασθαι.

(ΤΡΙΩΔΙΟΝ Ἐκδόσεις Ἀποστολικῆς Διακονίας)