Archive for 15 Αυγούστου 2009

H KΟΙΜΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

15 Αυγούστου, 2009


Ἀπολυτίκιον  ἦχος α’

Ἐν τὴ γεννήσει τὴν παρθενίαν ἐφύλαξας,

ἐν τὴ Κοιμήσει τὸν κόσμον

οὐ κατέλιπες Θεοτόκε.

μετέστης πρὸς τὴν ζωὴν ,

μῆτερ ὑπάρχουσα τῆς ζωης’

καὶ ταὶς πρεσβεῖες ταὶς σαὶς λυτρουμένη,

ἐκ Θανάτου τᾶς ψυχᾶς ἠμων.

Κοντάκιον ἦχος πλ.β’

Τὴν ἐν πρεσβεῖαις ἀκοίμητον Θεοτόκον,

καὶ προστασίαις ἀμετάθετον ἐλπίδα,

τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν’

ὡς γὰρ ζωῆς Μητέρα,

πρὸς τὴν ζωὴν μετέστησεν,

ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Ὁ οἶκος.

Τείχισόν μου τας φρένας Σωτὴρ μου’

τὸ γὰρ τεῖχος τοῦ κόσμου

ἀνυμνησαι τολμῶ,τὴν Ἄχραντον Μητέρα Σου’

ἐν πύργῳ ρημάτων ἐνίσχυσον μέ,

καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσον μὲ’

Σὺ γὰρ βοᾶς τῶν αἰτούντων πιστως

τᾶς αἰτήσεις πληροῦν.

Σὺ οὒν μοὶ δώρησαι

γλωτταν ,προφοράν,καὶ λογισμὸν ἀκαταίσχυντον’

πάσα γὰρ δόσις ἐλλάμψεως

παρά σου καταπέμπεται φωταγωγέ,

ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

.

(ΜΗΝΑΙΟΝ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ, ΕΚΔΟΣΕΙΣ ΦΩΣ)

Kωσταντινος Μάνος (Γεννημένος απο Ελληνες μετανάστες στην Columbia της Ν.Καρολίνας,εργάστηκε κυρίως στην Αμερική,φωτογράφησε και στην Ελλάδα)

15 Αυγούστου, 2009

Costa Manos_ (9)

Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ (Θεοφάνους του Κρητός)

15 Αυγούστου, 2009

Δοξαστικὸ τῶν αἴνων τοῦ ὄρθρου

Ἦχος πλ. Β

Τὴ ἀθανάτω σου κοιμήσει,

Θεοτόκε Μῆτερ τῆς ζωῆς

νεφέλαι τοὺς Ἀποστόλους ,

αἰθερίους διήρπαζον’

καὶ κοσμικως διεσπαρμένους,

ὁμοχώρους παρέστησαν

τῷ ἀχράντῳ σου σώματι’

οι και κηδέυσαντες σεπτως ,

τὴν φωνὴν τοῦ Γαβριήλ,

μελωδοῦντες ἀνεβόων’

Χαῖρε κεχαριτωμένη,

Παρθένε Μῆτερ Ἀνύμφευτε,

ὁ Κύριος μετά σου.

Μεθ’ὧν ὡς Υἱόν σου καὶ Θεὸν  ἠμων,

ἱκέτευε σωθηναι τας ψυχᾶς ἠμων.

(ΜΗΝΑΙΟΝ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ, ΕΚΔΟΣΕΙς ΦΩΣ)

Kωσταντινος Μάνος (Γεννημένος απο Ελληνες μετανάστες στην Columbia της Ν.Καρολίνας,εργάστηκε κυρίως στην Αμερική,φωτογράφησε και στην Ελλάδα)

15 Αυγούστου, 2009

Costa Manos_ (31)