(ἦχος δ’ ὁ ἐξ ὑψίστου κληθείς)
Πέτρε καὶ Παῦλε
τοῦ Λόγου ἀροτηρες,
Ἀνδρέα καὶ Ἰάκωβε,
καὶ Ἰωάννη σοφέ,
Βαρθολομαῖε καὶ Φίλιππε,
Θωμὰ καὶ Ματθαῖε,
Σίμων Ἰούδα, θεῖε Ἰάκωβε,
παγκόσμιε παντιμε,
τῶν μαθητῶν δωδεκάς,
οἱ ἐν τῷ κόσμω κηρύξαντες,
τὴν παναγίαν Τριάδα
φύσει Θεὸν ἀϊδιον,
τῆς ἐκκλησίας οἱ ἀλόξευτοι,
ὄντως πύργοι ἀσάλευτοι,
τῷ Δεσπότη τῶν ὅλων,
ἱκετεύσατε σωθηναι ἠμας.
(Ἀπὸ τοὺς αἴνους τῆς ἑορτῆς,καὶ τὸ Μηνιαῖο Ἰουνίου)