Αρχείο για την κατηγορία ‘Art’

Της Αγίας Σκέπης της Υπεραγίας Θεοτόκου

Οκτωβρίου 28, 2009

Ἀπολυτίκιον Ἦχος α΄ Τῆς ἐρήμου πολίτης

Τῆς Σκέπης σου, Παρθένε,

ἀνυμνουμεν τάς χάριτας,

ἤν ὡς φωτοφόρον νεφέλην

ἐφαπλοις ὑπέρ ἔννοιαν,

καί σκέπης τόν λαόν σου νοερως

ἐκ πάσης τῶν ἐχθρῶν ἐπίβουλης.

Σέ γάρ σκέπην καί προστασίαν καί βοηθόν

κεκτήμεθα βοωντες σοί’

Δόξα τοῖς μεγαλείοις σου ἁγνή,

δόξα τή θεία Σκέπη σου,

δόξα τή πρός ἠμάς σου

προμήθεια Ἄχραντε.

Κοντάκιον.Ἦχος πλ.δ’ Τή ὑπερμάχω.

Ὥσπερ νεφέλη ἀγλαως ἐπισκιάζουσα

τῆς Ἐκκλησίας τά πληρώματα Πανάχραντε

ἐν τή πόλει σου πάλαι

ὥσπερ τή βασιλίδι.

Ἀλλ’ ὡς σκέπη τοῦ λαοῦ σου

καί ὑπέρμαχος

περισκέπασον ἠμας ἐκ πάσης θλίψεως

τούς κραυγάζοντας’

Χαῖρε Σκέπη ὁλόφωτε.

(ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ Ἐκδόσεις Τό περιβόλι τῆς Παναγίας)

Του Αγίου Δημητρίου

Οκτωβρίου 26, 2009

Ἀπολυτίκιον ἦχος γ’

Μέγαν εὐρατο ἐν τοῖς κινδύνοις

σέ ὑπέρμαχον ἡ οἰκουμένη,

ἀθλοφόρε τά ἔθνη τροπουμενον.

Ὡς οὔν Λυαιου καθειλες τήν ἔπαρσιν,

ἐν τῷ σταδιω θαρρύνας τόν Νέστορα,

οὕτως Ἅγιε μεγαλομάρτυς Δημήτριε

Χριστόν τόν Θεόν ἱκέτευε

δωρήσασθαι ἠμιν τό μέγα ἔλεος


Κοντάκιον αὐτόμελον ἦχος β΄

Τοῖς τῶν αἱμάτων σου ρειθροις

Δημήτριε,

τήν ἐκκλησίαν Θεός ἐπορφύρωσεν,

ὁ δούς σοί τό κράτος ἀήττητον

καί περιέπων τήν πόλιν σου ἄτρωτον΄

αὐτῆς γάρ ὑπάρχεις τό στήριγμα.

(ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ, ἐκδόσεις ΄΄Τό περιβόλι τῆς Παναγίας΄΄)


Παιχνιδίσματα…

Οκτωβρίου 17, 2009

H KΟΙΜΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Αυγούστου 15, 2009


Ἀπολυτίκιον  ἦχος α’

Ἐν τὴ γεννήσει τὴν παρθενίαν ἐφύλαξας,

ἐν τὴ Κοιμήσει τὸν κόσμον

οὐ κατέλιπες Θεοτόκε.

μετέστης πρὸς τὴν ζωὴν ,

μῆτερ ὑπάρχουσα τῆς ζωης’

καὶ ταὶς πρεσβεῖες ταὶς σαὶς λυτρουμένη,

ἐκ Θανάτου τᾶς ψυχᾶς ἠμων.

Κοντάκιον ἦχος πλ.β’

Τὴν ἐν πρεσβεῖαις ἀκοίμητον Θεοτόκον,

καὶ προστασίαις ἀμετάθετον ἐλπίδα,

τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν’

ὡς γὰρ ζωῆς Μητέρα,

πρὸς τὴν ζωὴν μετέστησεν,

ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Ὁ οἶκος.

Τείχισόν μου τας φρένας Σωτὴρ μου’

τὸ γὰρ τεῖχος τοῦ κόσμου

ἀνυμνησαι τολμῶ,τὴν Ἄχραντον Μητέρα Σου’

ἐν πύργῳ ρημάτων ἐνίσχυσον μέ,

καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσον μὲ’

Σὺ γὰρ βοᾶς τῶν αἰτούντων πιστως

τᾶς αἰτήσεις πληροῦν.

Σὺ οὒν μοὶ δώρησαι

γλωτταν ,προφοράν,καὶ λογισμὸν ἀκαταίσχυντον’

πάσα γὰρ δόσις ἐλλάμψεως

παρά σου καταπέμπεται φωταγωγέ,

ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

.

(ΜΗΝΑΙΟΝ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ, ΕΚΔΟΣΕΙΣ ΦΩΣ)

Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ (Θεοφάνους του Κρητός)

Αυγούστου 15, 2009

Δοξαστικὸ τῶν αἴνων τοῦ ὄρθρου

Ἦχος πλ. Β

Τὴ ἀθανάτω σου κοιμήσει,

Θεοτόκε Μῆτερ τῆς ζωῆς

νεφέλαι τοὺς Ἀποστόλους ,

αἰθερίους διήρπαζον’

καὶ κοσμικως διεσπαρμένους,

ὁμοχώρους παρέστησαν

τῷ ἀχράντῳ σου σώματι’

οι και κηδέυσαντες σεπτως ,

τὴν φωνὴν τοῦ Γαβριήλ,

μελωδοῦντες ἀνεβόων’

Χαῖρε κεχαριτωμένη,

Παρθένε Μῆτερ Ἀνύμφευτε,

ὁ Κύριος μετά σου.

Μεθ’ὧν ὡς Υἱόν σου καὶ Θεὸν  ἠμων,

ἱκέτευε σωθηναι τας ψυχᾶς ἠμων.

(ΜΗΝΑΙΟΝ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ, ΕΚΔΟΣΕΙς ΦΩΣ)

Μεταμόρφωσις (Ι.Μ.Σινα 12ος αι.)

Αυγούστου 5, 2009

Δόξα και νυν Ηχος πλ.β’

Πρότυπων τὴν Ἀνάστασιν τὴν σήν,

Χριστὲ ὁ Θεός,

τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητᾶς,

Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην,

ἐν τῷ Θαβὼρ ἀνελθῶν.

Σοὺ δὲ Σωτὴρ μεταμορφουμένου,

τὸ Θαβώριον ὅρος φωτὶ ἐσκέπετο.

Οἱ μαθηταί σου Λόγε,

ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γης,

μὴ φέροντες ὁρᾶν,

τὴν ἀθέατον μορφήν.

Ἄγγελοι διηκόνουν φόβω καὶ τρόμω,

οὐρανοὶ ἔφριξαν,

γῆ ἐτρόμαξεν,

ὀρόντες ἐπὶ γής, τῆς δόξης

τὸν Κύριον.

(Δοξαστικό του ἑσπερινοῦ της ἑορτῆς τῆς Μεταμορφώσεως,

ἀποτο Μηνιαῖο του Αὐγούστου, ἐκδόσεις Φῶς.)

Με καμβά τους τοίχους…9

Ιουλίου 16, 2009

DSCF0429

Με καμβά τους τοίχους…8

Ιουλίου 15, 2009

DSCF0431

Με καμβά τους τοίχους…7

Ιουλίου 14, 2009

DSCF0430

Με καμβά τους τοίχους…6

Ιουλίου 13, 2009

DSCF0434