Αρχείο για την κατηγορία ‘ύμνοι’

Της Αγίας Σκέπης της Υπεραγίας Θεοτόκου

Οκτωβρίου 28, 2009

Ἀπολυτίκιον Ἦχος α΄ Τῆς ἐρήμου πολίτης

Τῆς Σκέπης σου, Παρθένε,

ἀνυμνουμεν τάς χάριτας,

ἤν ὡς φωτοφόρον νεφέλην

ἐφαπλοις ὑπέρ ἔννοιαν,

καί σκέπης τόν λαόν σου νοερως

ἐκ πάσης τῶν ἐχθρῶν ἐπίβουλης.

Σέ γάρ σκέπην καί προστασίαν καί βοηθόν

κεκτήμεθα βοωντες σοί’

Δόξα τοῖς μεγαλείοις σου ἁγνή,

δόξα τή θεία Σκέπη σου,

δόξα τή πρός ἠμάς σου

προμήθεια Ἄχραντε.

Κοντάκιον.Ἦχος πλ.δ’ Τή ὑπερμάχω.

Ὥσπερ νεφέλη ἀγλαως ἐπισκιάζουσα

τῆς Ἐκκλησίας τά πληρώματα Πανάχραντε

ἐν τή πόλει σου πάλαι

ὥσπερ τή βασιλίδι.

Ἀλλ’ ὡς σκέπη τοῦ λαοῦ σου

καί ὑπέρμαχος

περισκέπασον ἠμας ἐκ πάσης θλίψεως

τούς κραυγάζοντας’

Χαῖρε Σκέπη ὁλόφωτε.

(ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ Ἐκδόσεις Τό περιβόλι τῆς Παναγίας)

Του Αγίου Δημητρίου

Οκτωβρίου 26, 2009

Ἀπολυτίκιον ἦχος γ’

Μέγαν εὐρατο ἐν τοῖς κινδύνοις

σέ ὑπέρμαχον ἡ οἰκουμένη,

ἀθλοφόρε τά ἔθνη τροπουμενον.

Ὡς οὔν Λυαιου καθειλες τήν ἔπαρσιν,

ἐν τῷ σταδιω θαρρύνας τόν Νέστορα,

οὕτως Ἅγιε μεγαλομάρτυς Δημήτριε

Χριστόν τόν Θεόν ἱκέτευε

δωρήσασθαι ἠμιν τό μέγα ἔλεος


Κοντάκιον αὐτόμελον ἦχος β΄

Τοῖς τῶν αἱμάτων σου ρειθροις

Δημήτριε,

τήν ἐκκλησίαν Θεός ἐπορφύρωσεν,

ὁ δούς σοί τό κράτος ἀήττητον

καί περιέπων τήν πόλιν σου ἄτρωτον΄

αὐτῆς γάρ ὑπάρχεις τό στήριγμα.

(ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ, ἐκδόσεις ΄΄Τό περιβόλι τῆς Παναγίας΄΄)


Της υψώσεως του Τιμίου και Ζωοποιου Σταυρου…

Σεπτεμβρίου 14, 2009

Δόξα καὶ νῦν, ἦχος πλ.δ’

Ἰωάννου μοναχοῦ.

(Δοξαστικό αποστίχων  εσπερινου)

Ὃν πὲρ  πάλαι Μωυσῆς,

προτυπώσας ἐν ἐαυτῳ,

τὸν Ἀμαλὴκ καταβαλῶν ἐτροπώσατο’

καὶ Δαυϊδ ὁ μελωδός,

ὑποπόδιον σοὶ βοῶν,

προσκυνεισθαι διετάξατο,

Τίμιον Σταυρόν σου,

Χριστὲ ὁ Θεός,

σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες

χείλεσιν ἀναξίοις,

σὲ τὸν καταξιώσαντα

παγηναι ἐν αὐτῳ

ἀνυμνοῦντες βοωμεν σοι’

Κύριε σὺν τῷ Ληστῇ

τῆς βασιλείας σου

ἀξίωσον ἠμας.

(ΜΗΝΙΑΙΟΝ ΣΕΠΤΕMΒΡΙΟΥ ΕΚΔ.ΦΩΣ)

ΤΟ ΓΕΝΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Σεπτεμβρίου 8, 2009

Ἀπολυτίκιον Ἦχος δ’

Ἡ γέννησίς σου,Θετόκε, χαρὰν ἐμήνυσε πάση

τὴ οἰκουμένη’

ἔκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης,

Χριστὸς ὁ Θεὸς ἠμων’

καὶ λύσας τὴν κατάραν ,ἔδωκε τὴν εὐλογίαν’

καὶ καταργήσας τὸν θάνατον

ἐδωρήσατο ἠμιν ζωὴν τὴν αἰώνιον.

Κοντάκιον  Ἦχος δ’

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας,

καὶ Ἀδὰμ καὶ Εὕα

ἐκ τῆς φθορᾶς τοῦ θανάτου ἠλευθερώθησαν

ἄχραντε ἐν τὴ ἁγία γεννήσει σου’

αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου,

ἔνοχης τῶν πταισμάτων

λυτρωθεῖς ἐν τῷ κράζειν σοι’

Ἡ στείρα τίκτει τὴν Θεοτόκον

καὶ τροφὸν τῆς ζωῆς ἠμων.

(ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ, Ἐκδόσεις Τὸ περιβόλι τῆς Παναγίας)

H KΟΙΜΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Αυγούστου 15, 2009


Ἀπολυτίκιον  ἦχος α’

Ἐν τὴ γεννήσει τὴν παρθενίαν ἐφύλαξας,

ἐν τὴ Κοιμήσει τὸν κόσμον

οὐ κατέλιπες Θεοτόκε.

μετέστης πρὸς τὴν ζωὴν ,

μῆτερ ὑπάρχουσα τῆς ζωης’

καὶ ταὶς πρεσβεῖες ταὶς σαὶς λυτρουμένη,

ἐκ Θανάτου τᾶς ψυχᾶς ἠμων.

Κοντάκιον ἦχος πλ.β’

Τὴν ἐν πρεσβεῖαις ἀκοίμητον Θεοτόκον,

καὶ προστασίαις ἀμετάθετον ἐλπίδα,

τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν’

ὡς γὰρ ζωῆς Μητέρα,

πρὸς τὴν ζωὴν μετέστησεν,

ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Ὁ οἶκος.

Τείχισόν μου τας φρένας Σωτὴρ μου’

τὸ γὰρ τεῖχος τοῦ κόσμου

ἀνυμνησαι τολμῶ,τὴν Ἄχραντον Μητέρα Σου’

ἐν πύργῳ ρημάτων ἐνίσχυσον μέ,

καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσον μὲ’

Σὺ γὰρ βοᾶς τῶν αἰτούντων πιστως

τᾶς αἰτήσεις πληροῦν.

Σὺ οὒν μοὶ δώρησαι

γλωτταν ,προφοράν,καὶ λογισμὸν ἀκαταίσχυντον’

πάσα γὰρ δόσις ἐλλάμψεως

παρά σου καταπέμπεται φωταγωγέ,

ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

.

(ΜΗΝΑΙΟΝ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ, ΕΚΔΟΣΕΙΣ ΦΩΣ)

Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ (Θεοφάνους του Κρητός)

Αυγούστου 15, 2009

Δοξαστικὸ τῶν αἴνων τοῦ ὄρθρου

Ἦχος πλ. Β

Τὴ ἀθανάτω σου κοιμήσει,

Θεοτόκε Μῆτερ τῆς ζωῆς

νεφέλαι τοὺς Ἀποστόλους ,

αἰθερίους διήρπαζον’

καὶ κοσμικως διεσπαρμένους,

ὁμοχώρους παρέστησαν

τῷ ἀχράντῳ σου σώματι’

οι και κηδέυσαντες σεπτως ,

τὴν φωνὴν τοῦ Γαβριήλ,

μελωδοῦντες ἀνεβόων’

Χαῖρε κεχαριτωμένη,

Παρθένε Μῆτερ Ἀνύμφευτε,

ὁ Κύριος μετά σου.

Μεθ’ὧν ὡς Υἱόν σου καὶ Θεὸν  ἠμων,

ἱκέτευε σωθηναι τας ψυχᾶς ἠμων.

(ΜΗΝΑΙΟΝ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ, ΕΚΔΟΣΕΙς ΦΩΣ)

Υμνοι απο τον παρακλητικό κανόνα στην Παναγία

Αυγούστου 13, 2009

Μεταμόρφωσις (Ι.Μ.Σινα 12ος αι.)

Αυγούστου 5, 2009

Δόξα και νυν Ηχος πλ.β’

Πρότυπων τὴν Ἀνάστασιν τὴν σήν,

Χριστὲ ὁ Θεός,

τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητᾶς,

Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην,

ἐν τῷ Θαβὼρ ἀνελθῶν.

Σοὺ δὲ Σωτὴρ μεταμορφουμένου,

τὸ Θαβώριον ὅρος φωτὶ ἐσκέπετο.

Οἱ μαθηταί σου Λόγε,

ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γης,

μὴ φέροντες ὁρᾶν,

τὴν ἀθέατον μορφήν.

Ἄγγελοι διηκόνουν φόβω καὶ τρόμω,

οὐρανοὶ ἔφριξαν,

γῆ ἐτρόμαξεν,

ὀρόντες ἐπὶ γής, τῆς δόξης

τὸν Κύριον.

(Δοξαστικό του ἑσπερινοῦ της ἑορτῆς τῆς Μεταμορφώσεως,

ἀποτο Μηνιαῖο του Αὐγούστου, ἐκδόσεις Φῶς.)

Η αναληψη του προφήτη Ηλία

Ιουλίου 19, 2009


Ἀπολυτίκιον τοῦ πρ.Ἠλία

Ἦχος δ΄(Ταχὺ προκατάλαβε)

Ὁ ἔνσαρκος ἄγγελος τῶν προφητῶν ἡ κρηπίς,

ὁ δεύτερος πρόδρομος τῆς παρουσίας Χριστοῦ,

Ἠλίας ὁ ἔνδοξος,

ἄνωθεν καταπέμψας  Ἐλισσαίω τὴν χάριν,

νόσους ἀποδιώκει καὶ λεπροὺς καθαρίζει’

διο καὶ τοῖς τιμωσιν αὐτὸν

βρύει ἰάματα.

(ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ. ΕΚΔ.ΤΟ ΠΕΡΙΒΟΛΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ)

ΡΩΜΑΝΟΥ ΜΕΛΩΔΟΥ

Ιουλίου 19, 2009

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΗΛΙΑΝ ΤΟΝ ΠΡΟΦΗΤΗΝ

Προϊμιον

Προφήτα καὶ προόπτα τῶν μεγαλουργιῶν

τοῦ Θεοῦ ἠμων,

Ἠλία μεγαλώνυμε, ὁ τὸ φθέγματί σου στήσας

τὰ ὑδατόρρυτα νέφη,

πρέσβευε ὑπὲρ ἠμων

τὸν μόνον φιλάνθρωπον.

Οἶκοι (Α΄)

Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν

τοῦ Θεοῦ δὲ πολλὴν φιλανθρωπίαν

θεασάμενος ὁ προφήτης ἐταράττετο Ἠλίας θυμούμενος’

καὶ λόγους ἀσπλαχνίας πρὸς τὸν εὔσπλαχνον ἐκίνησεν’

<<ὀργίσθητι>>, βοήσας <<ἐπὶ τοὺς σὲ ἀθετήσαντας

νῦν , κριτὰ δικαιότατε>>.

ἀλλὰ τὰ σπλάχνα τοῦ ἀγαθοῦ οὐδὲ ὅλως παρεκίνησε

πρὸς τὸ τιμωρήσασθαι

τοὺς αὐτὸν ἀθετήσαντας’

ἀεὶ γὰρ τὴν μετάνοιαν τῶν πάντων ἀναμένει

ὁ μόνος φιλάνθρωπος.

(ΡΩΜΑΝΟΥ ΜΕΛΩΔΟΥ ΥΜΝΟΙ, κείμενο-.ἀπόδοση στὰ Ν.Ἑλληνικά,

Αρχ. Αν.Κουστένης ἐκδόσεις ΑΡΜΟΣ)