Αρχείο για Ιουλίου 19th, 2009

Η αναληψη του προφήτη Ηλία

Ιουλίου 19, 2009


Ἀπολυτίκιον τοῦ πρ.Ἠλία

Ἦχος δ΄(Ταχὺ προκατάλαβε)

Ὁ ἔνσαρκος ἄγγελος τῶν προφητῶν ἡ κρηπίς,

ὁ δεύτερος πρόδρομος τῆς παρουσίας Χριστοῦ,

Ἠλίας ὁ ἔνδοξος,

ἄνωθεν καταπέμψας  Ἐλισσαίω τὴν χάριν,

νόσους ἀποδιώκει καὶ λεπροὺς καθαρίζει’

διο καὶ τοῖς τιμωσιν αὐτὸν

βρύει ἰάματα.

(ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ. ΕΚΔ.ΤΟ ΠΕΡΙΒΟΛΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ)

ΡΩΜΑΝΟΥ ΜΕΛΩΔΟΥ

Ιουλίου 19, 2009

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΗΛΙΑΝ ΤΟΝ ΠΡΟΦΗΤΗΝ

Προϊμιον

Προφήτα καὶ προόπτα τῶν μεγαλουργιῶν

τοῦ Θεοῦ ἠμων,

Ἠλία μεγαλώνυμε, ὁ τὸ φθέγματί σου στήσας

τὰ ὑδατόρρυτα νέφη,

πρέσβευε ὑπὲρ ἠμων

τὸν μόνον φιλάνθρωπον.

Οἶκοι (Α΄)

Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν

τοῦ Θεοῦ δὲ πολλὴν φιλανθρωπίαν

θεασάμενος ὁ προφήτης ἐταράττετο Ἠλίας θυμούμενος’

καὶ λόγους ἀσπλαχνίας πρὸς τὸν εὔσπλαχνον ἐκίνησεν’

<<ὀργίσθητι>>, βοήσας <<ἐπὶ τοὺς σὲ ἀθετήσαντας

νῦν , κριτὰ δικαιότατε>>.

ἀλλὰ τὰ σπλάχνα τοῦ ἀγαθοῦ οὐδὲ ὅλως παρεκίνησε

πρὸς τὸ τιμωρήσασθαι

τοὺς αὐτὸν ἀθετήσαντας’

ἀεὶ γὰρ τὴν μετάνοιαν τῶν πάντων ἀναμένει

ὁ μόνος φιλάνθρωπος.

(ΡΩΜΑΝΟΥ ΜΕΛΩΔΟΥ ΥΜΝΟΙ, κείμενο-.ἀπόδοση στὰ Ν.Ἑλληνικά,

Αρχ. Αν.Κουστένης ἐκδόσεις ΑΡΜΟΣ)

Carleton Watkins (1829-1916 Αμερικάνος φωτογράφος)

Ιουλίου 19, 2009

Carleton Watkins  09